Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ταῦτα προκαλούμενος ἐν τῷ δήμῳ Κουρίων ὑπὲρ Καίσαρος ἐκροτεῖτο
λαμπρῶς: οἱ δὲ καὶ στεφάνους ἐπ᾽ αὐτὸν ὥσπερ ἀθλητὴν ἀνθοβολοῦντες
ἠφίεσαν. Ἀντώνιος δὲ δημαρχῶν Καίσαρος ὑπὲρ τούτων ἐπιστολὴν
κομισθεῖσαν εἰς τὸ πλῆθος ἐξήνεγκε καὶ ἀνέγνω βίᾳ τῶν ὑπάτων, ἐν δὲ
τῇ βουλῇ Σκηπίων μὲν ὁ Πομπηΐου πενθερὸς [p. 518] εἰσηγήσατο
γνώμην, ἂν ἐν ἡμέρᾳ ῥητῇ μὴ κατάθηται τὰ ὅπλα Καῖσαρ, ἀποδειχθῆναι
πολέμιον αὐτόν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

