Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
λοιδοροῦντες οὖν καὶ προβαλλόμενοι τοὺς λέγοντας ὡς τρὶς ἐννέα ἔτη διαπολεμηθῆναι πέπρωται τὸν πόλεμον, ἔπειθ᾽ οὕτω περὶ παντὸς εἰς λόγους συμβαίνοντες ἐποιήσαντο τὴν εἰρήνην, δόξα τε παρέστη τοῖς πλείστοις ἀπαλλαγὴν κακῶν σαφῆ γεγονέναι, καὶ τὸν Νικίαν διὰ στόματος εἶχον, ὡς ἀνὴρ εἴη θεοφιλὴς καὶ τὸ δαιμόνιον αὐτῷ δι᾽ εὐσέβειαν ἐπωνύμῳ γενέσθαι τοῦ μεγίστου καὶ καλλίστου τῶν ἀγαθῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

