Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τέλος δὲ πρεσβείαν μεταπεμψάμενος Ἀργείων ἔπραττε συμμαχίαν πρὸς τοὺς Ἀθηναίους. ἐπεὶ δὲ πρέσβεις ἐλθόντες ἐκ Λακεδαίμονος αὐτοκράτορες καὶ τῇ βουλῇ προεντυγχάνοντες ἔδοξαν ἐπὶ πᾶσιν ἥκειν τοῖς δικαίοις, δείσας ὁ Ἀλκιβιάδης μὴ καὶ τὸν δῆμον ἀπὸ τῶν αὐτῶν λόγων ἐπαγάγωνται, περιῆλθεν αὐτοὺς δι᾽ ἀπάτης καὶ ὅρκων ὡς ἅπαντα συμπράξων, ἂν μὴ φῶσι μηδ᾽ ὁμολογήσωσιν ἥκειν αὐτοκράτορες: μάλιστα γὰρ οὕτως ἃ βούλονται γενήσεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

