Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ πλεῖστος ἐνταῦθα μόρος ἦν καὶ ὠμότατος ἐν τῷ ποταμῷ πινόντων ἅμα καὶ σφαττομένων, ἄχρι Νικίας Γυλίππῳ προσπεσὼν εἶπεν: ‘ἔλεος ὑμᾶς, ὦ Γύλιππε, λαβέτω νικῶντας, ἐμοῦ μὲν μηδείς, ὃς ἐπὶ τηλικαύταις εὐτυχίαις ὄνομα καὶ δόξαν ἔσχον, τῶν δ᾽ ἄλλων Ἀθηναίων, ἐννοηθέντας ὅτι κοιναὶ μὲν αἱ τύχαι τοῦ πολέμου, μετρίως δ᾽ αὐταῖς καὶ πρᾴως ἐχρήσαντο ἐν οἷς εὐτύχουν Ἀθηναῖοι πρὸς ὑμᾶς.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

