Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὅθεν οὐδ᾽ ἀπαλλαγεὶς τοῦ Κλέωνος ὁ Νικίας καιρὸν ἔσχε παντάπασιν ἀναπαῦσαι καὶ καταστορέσαι τὴν πόλιν, ἀλλ᾽ εἰς ὁδὸν τὰ πράγματα σωτήριον καταστήσας ἐξέπεσε, ῥύμῃ καὶ σφοδρότητι τῆς Ἀλκιβιάδου φιλοτιμίας αὖθις ἐξωσθεὶς εἰς τὸν πόλεμον.
ἐπράχθη δὲ οὕτως. οἱ μάλιστα προσπολεμοῦντες τῇ εἰρήνῃ τῆς Ἑλλάδος Κλέων καὶ Βρασίδας ἦσαν, ὧν ὁ πόλεμος τοῦ μὲν ἀπέκρυπτε τὴν κακίαν, τοῦ δὲ τὴν ἀρετὴν ἐκόσμει. τῷ μὲν γὰρ ἀδικημάτων μεγάλων, τῷ δὲ κατορθωμάτων ἀφορμὰς παρεῖχε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

