Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[74]
δῆλον [μὲν] γὰρ ὅτι ἐπίκληρον καταλιπὼν ἀκριβῶς ἂν ἤδει ὅτι δυοῖν θάτερον ἔμελλεν ὑπάρχειν αὐτῇ: ἢ γὰρ ἡμῶν τινα τῶν ἐγγύτατα γένους ἐπιδικασάμενον ἕξειν γυναῖκα, ἢ εἰ μηδεὶς ἡμῶν ἐβούλετο λαμβάνειν, τῶν θείων τινὰ τούτων τῶν μαρτυρούντων, εἰ δὲ μή, τῶν ἄλλων τινὰ συγγενῶν τὸν αὐτὸν τρόπον ἐπὶ πάσῃ τῇ οὐσίᾳ1 ἐπιδικασάμενον κατὰ τοὺς νόμους ἕξειν2 ταύτην γυναῖκα.

