Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[69]
οὐκοῦν εἰ μὲν ἄνευ τῆς γνησίας θυγατρὸς τὸν Ἔνδιον Πύρρος ἐποιεῖτο ὑὸν αὑτῷ, ἄκυρος ἂν ἦν αὐτοῦ ἡ ποίησις κατὰ τὸν νόμον: εἰ δὲ τὴν θυγατέρα ἐδίδου καὶ ἐπὶ τούτῳ ποιησάμενος κατέλιπε, πῶς ἂν ὑμεῖς ἐπετρέψατε ἐπιδικάζεσθαι οἱ τοῦ Πύρρου θεῖοι1 τὸν Ἔνδιον τοῦ Πύρρου κλήρου ἄνευ τῆς γνησίας θυγατρός, εἰ ἦν ἐκείνῳ, ἄλλως τε εἰ καὶ ἐμαρτυρήσατε ὡς ἐπέσκηψεν ὑμῖν ὁ ἀδελφιδοῦς ἐπιμελεῖσθαι τούτου τοῦ παιδίου;

