Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
ἔτι δὲ καὶ περὶ ἐκείνου θαυμάζω, εἰ μηδεμίαν προῖκα μήθ᾽ ὁ διδοὺς μήθ᾽ ὁ λαμβάνων διωμολογήσαντο ἕξειν ἐπὶ τῇ γυναικί. τοῦτο μὲν γὰρ εἴ τινα ἐδίδου, εἰκὸς ἦν καὶ τὴν δοθεῖσαν ὑπὸ τῶν παραγενέσθαι φασκόντων μαρτυρεῖσθαι: τοῦτο δ᾽ εἰ δι᾽ ἐπιθυμίαν τὴν ἐγγύην ὁ θεῖος ἡμῶν ἐποιεῖτο τῆς τοιαύτης γυναικός, δῆλον ὅτι κἂν ἀργύριον πολλῷ μᾶλλον [ἢ] ὁ ἐγγυῶν διωμολογήσατο ἔχειν αὐτὸν ἐπὶ τῇ γυναικί, ἵνα μὴ ἐπ᾽ ἐκείνῳ γένοιτο ῥᾳδίως ἀπαλλάττεσθαι, ὁπότε βούλοιτο, τῆς γυναικός:

