Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[65]
εἶτα τὰς μὲν ὑπὸ τῶν πατέρων ἐκδοθείσας διὰ τὸν νόμον ἐξ ἀνάγκης ἐπιδίκους εἶναι προσήκει: Ξενοκλεῖ δὲ ἄν τις τόδ᾽ ἐπέτρεψε τῶν τοῦ Πύρρου θείων, εἰ ἦν γνησία θυγάτηρ ἐκείνῳ καταλειπομένη, λαβόντα ἔχειν τὴν κατὰ γένος προσήκουσαν αὑτοῖς γυναῖκα, καὶ τοσαύτης οὐσίας τοῦτον καταστῆναι1 κληρονόμον ἀνθ᾽ ἑαυτῶν; μὴ νομίσητε ὑμεῖς, ὦ ἄνδρες:
1 καταστῆναιReiske: καταστῆσαι.

