Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μᾶλλον δὲ οὐδ̓ αὐτῆς, ἥτις ποτέ ἐστι, φαινομένης,
ἐναργοῦς δ̓ οὔσης τῆς περὶ τὸ μειράκιον ἀσθενείας.
ἐνθάδε μέγας ἆθλος ἰατρῷ προυτέθη τῷ
Σαμίῳ τὴν νόσον, ἥτις ποτέ ἐστιν, ἐξευρεῖν. ὁ
δὲ ὑπονοήσας ἐκ τῶν Ὁμήρου, τίνες ποτέ εἰσιν
[p. 448]
αἱ γυιοβόροι μελεδῶναι, καὶ ὅτι πολλάκις οὐκ
ἀσθένεια σώματος, ἀλλ̓ ἀρρωστία ψυχῆς αἰτία
γίγνεται τηκεδόνος τῷ σώματι, καὶ τὸ μειράκιον
ὁρῶν ὑπό τε ἡλικίας καὶ συνηθείας οὐκ ἀναφρόδιτον,
ὁδὸν ἐτράπετο τοιαύτην ἐπὶ τὴν τοῦ νοσήματος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.