Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐτύγχανον ἐγὼ χειμάζων περὶ τὴν φίλην
Λουκετίαν: ὀνομάζουσι δ̓ οὕτως οἱ Κελτοὶ τῶν
Παρισίων τὴν πολίχνην: ἔστι δ̓ οὐ μεγάλη νῆσος
ἐγκειμένη τῷ ποταμῷ, καὶ αὐτὴν κύκλῳ πᾶσαν
τεῖχος περιλαμβάνει, ξύλιναι δ̓ ἐπ̓ αὐτὴν
ἀμφοτέρωθεν εἰσάγουσι γέφυραι, καὶ ὀλιγάκις
ὁ ποταμὸς ἐλαττοῦται καὶ μείζων γίνεται, τὰ
πολλὰ δ̓ ἔστιν ὁποῖος ὥρᾳ θέρους καὶ χειμῶνος,
[p. 430]
ὕδωρ ἥδιστον καὶ καθαρώτατον ὁρᾶν καὶ πίνειν
ἐθέλοντι παρέχων. ἅτε γὰρ νῆσον οἰκοῦντας
ὑδρεύεσθαι μάλιστα ἐνθένδε χρή. γίνεται δὲ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.