Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὡς ἄν τις ἐρῶν τοῦ πράγματος ἢ ναὶ μὰ Δία μὴ
μισῶν αὐτὸ μηδὲ ἀποστρεφόμενος, ἄσμενος ἀπαλλάττομαι.
Ἀλλὰ τὰ μὲν ἔξω ταῦτα: καίτοι πόστον
εἴρηταί μοι μέρος τῶν ἐμῶν εἰς ὑμᾶς ἀδικημάτων;
τὰ δὲ ἔνδον ἄγρυπνοι νύκτες ἐν στιβάδι, καὶ
τροφὴ παντὸς ἥττων κόρου πικρὸν ἦθος ποιεῖ
καὶ τρυφώσῃ πόλει πολέμιον. οὐ μὴν ὑμῶν
γ̓ ἕνεκα τοῦτο ἐπιτηδεύεται παῤ ἐμοῦ: δεινὴ
δέ τις ἐκ παιδαρίου με καὶ ἀνόητος ἀπάτη
καταλαβοῦσα τῇ γαστρὶ πολεμεῖν ἔπεισεν, οὐδὲ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.