Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐδὲν ἐκέλευσεν οὔτε ἄλλο ποτε οὔτε κόλασιν οὔτε
τιμωρίαν ἐπαγαγεῖν οὐχ ὅπως βασιλείᾳ τινὸς ἢ
πόλει, ἀλλ̓ οὐδὲ οἰκίᾳ μιᾷ τῶν πολιτῶν. προσθείην
δ̓ ἂν ἔγωγε θαρρῶν εὖ μάλα, ὅτι μηδὲν
[p. 308]
ψεῦδός φημι, ὡς οὐδὲ ἐφ̓ ἑνὸς ἀνδρὸς ἢ γυναικὸς
μιᾶς ἔστιν αὐτὴν αἰτιᾶσθαι ξυμφορᾶς τῳ τῆς
τυχούσης, ἀγαθὰ δὲ ὅσα καὶ οὕστινας δρᾷ καὶ
ἔδρασεν, ἡδέως ἂν ὑμῖν τὰ πλεῖστα ἐξαριθμησαίμην
καθ̓ ἕκαστα ἀπαγγέλλων, ὡς ὅδε μὲν τὸν
πατρῷον δἰ ἐκείνην νέμεται κλῆρον, ἐκεῖνος δὲ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.