Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περιφανείας τοσαύτης ἢ λαβεῖν παρὰ τῶν προγόνων.
ἐπεὶ καὶ πόλεως μεγίστης οἰκιστὴν
γενέσθαι κρεῖττον ἢ πολίτην, καὶ λαβεῖν ὁτιοῦν
ἀγαθὸν τοῦ δοῦναι τῷ παντὶ καταδεέστερον.
λαμβάνειν δὲ ἐοίκασι παρὰ τῶν πατέρων οἱ
παῖδες καὶ οἱ πολῖται παρὰ τῶν πόλεων οἷον
ἀφορμάς τινας πρὸς εὐδοξίαν. ὅστις δὲ ἀποδίδωσι
πάλιν ἐξ ἑαυτοῦ προγόνοις τε καὶ πατρίδι
μείζονα τιμῆς ὑπόθεσιν, λαμπροτέραν μὲν ἐκείνην
καὶ σεμνοτέραν, τοὺς πατέρας δὲ ἐνδοξοτέρους
ἀποφαίνων, οὗτος οὐδενὶ δοκεῖ καταλιπεῖν πρὸς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.