Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ τῆς ἐπὶ τάδε πορείας ἔμελλον διαλέγεσθαι,
ὑπέρ τε τῆς ἐμαυτοῦ σωτηρίας καὶ πολὺ πλέον
ὑπὲρ τῆς τῶν κοινῶν εὐπραγίας καὶ τῆς ἁπάντων
ἀνθρώπων ἐλευθερίας αὐτοῦ τε τοῦ Κελτῶν
ἔθνους, ὃ δὶς ἤδη τοῖς πολεμίοις ἐξέδωκεν, οὐδὲ
τῶν προγονικῶν φεισάμενος τάφων, ὁ τοὺς ἀλλοτρίους
πάνυ θεραπεύων, ᾠήθην δεῖν ἔθνη τε
προσλαβεῖν τὰ δυνατώτατα καὶ χρημάτων πόρους
δικαιοτάτων ἐξ ἀργυρείων καὶ χρυσείων, καὶ
εἰ μὲν ἀγαπήσειεν ἔτι νῦν γοῦν τὴν πρὸς ἡμᾶς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.