Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὥσπερ ἀπόδειξιν καὶ τεκμήριον τοῦτο
προσθεῖναι. εἶτα προσέθεσαν ὡς Νῦν μὲν ἐκπεμφθέντων
αὐτῶν σόν ἐστι τὸ ἔργον, ἀφικομένων δὲ
τούτων οὐ σοὶ τοῦτο, ἀλλ̓ ἐκείνοις λογιεῖται
Κωνστάντιος, σὺ δὲ ἐν αἰτίᾳ γενήσῃ. γράψαι δή
με ἔπεισαν αὐτῷ, μᾶλλον δὲ ἐβιάσαντο: πείθεται
μὲν γὰρ ἐκεῖνος, ᾧπερ ἔξεστι καὶ μὴ πεισθῆναι,
βιάζεσθαι δὲ οἷς ἂν ἐξῇ, τοῦ πείθειν οὐδὲν
προσδέονται: οὔκουν οὐδὲ οἱ βιασθέντες τῶν
πεπεισμένων εἰσίν, ἀλλὰ τῶν ἀναγκασθέντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.