Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λαμπρὰ τεκμήρια διὰ λαμπροτέρων οἶμαι τῶν
ἔργων ὅμως ἐπιστώσασθε. τὸ μὲν γὰρ δόξαι
δίκαιον ἴσως ἄν τῳ καὶ ψευδῶς συμβαίη, καὶ
τυχὸν οὐ παράδοξον ἐν πολλοῖς φαύλοις ἕνα
γενέσθαι σπουδαῖον. ἢ γὰρ οὐχὶ καὶ παρὰ
Μήδοις ὑμνεῖταί τις Δηιόκης Ἄβαρίς τε ἐν
Ὑπερβορέοις καὶ Ἀνάχαρσις ἐν Σκύθαις; ὑπὲρ
ὧν τοῦτο ἦν θαυμαστόν, ὅτι παρὰ τοῖς ἀδικωτάτοις
γεγονότες ἔθνεσι τὴν δίκην ὅμως ἐτίμησαν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.