Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘μιαιφόνος, ὅστις ἐναγὴς καὶ βδελυρός, ἴτω θαρρῶν:
ἀποφανῶ γὰρ αὐτὸν τουτῳὶ τῷ ὕδατι λούσας
αὐτίκα καθαρόν, κἂν πάλιν ἔνοχος τοῖς αὐτοῖς
γένηται, δώσω τὸ στῆθος πλήξαντι καὶ τὴν
κεφαλὴν πατάξαντι καθαρῷ γενέσθαι,’ σφόδρα
ἄσμενος ἐνέτυχεν αὐτῷ, συνεξαγαγὼν τῆς τῶν
θεῶν ἀγορᾶς τοὺς παῖδας. ἐπέτριβον δ̓ αὐτόν
τε κἀκείνους οὐχ ἧττον τῆς ἀθεότητος οἱ παλαμναῖοι
δαίμονες, αἱμάτων συγγενῶν τιννύμενοι
δίκας, ἕως ὁ Ζεὺς διὰ τὸν Κλαύδιον καὶ Κωνστάντιον
ἔδωκεν ἀναπνεῦσαι.
[p. 414]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.