Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγοντι περὶ τῆς γαμετῆς, ὅτι ἄρα, ὅστις ἀγαθὸς
καὶ ἐχέφρων, τὴν αὑτοῦ φιλέει καὶ κήδεται: περὶ
δὲ τοῦ παιδὸς αὐτοῦ τοῦ Διὸς ἀπόφασιν ἔχω:
αἰτιώμενος γὰρ τὸν Ἄρεα, Πάλαι ἄν, εἶπεν,
ἐβέβλησο τῷ κεραυνῷ, εἰ μὴ διὰ τὸ παῖδά σε
εἶναι ἠγάπων. ἄλλως τε καὶ οὐδὲ ᾤμην ἐγὼ
τὸν παῖδα πονηρὸν οὕτως ἔσεσθαι. εἰ δὲ ἡ
νεότης ἐφ̓ ἑκάτερα μεγάλας ποιουμένη ῥοπὰς
ἐπὶ τὸ χεῖρον ἠνέχθη, οὐχὶ πονηρῷ τὴν ἡγεμονίαν
ἐπέτρεψα, συνηνέχθη δὲ τὸν λαβόντα πονηρὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.