Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κωνσταντῖνον ὁ Ἑρμῆς ἤρετο, Σὺ δὲ τί καλὸν
ἐνόμισας; Πολλά, εἶπε, κτησάμενον πολλὰ χαρίσασθαι,
ταῖς τ̓ ἐπιθυμίαις ταῖς ἑαυτοῦ καὶ
ταῖς τῶν φίλων ὑπουργοῦντα. ἀνακαγχάσας
οὖν ὁ Σειληνὸς μέγα, Ἀλλ̓ ἦ τραπεζίτης εἶναι,
ἔφη, θέλων ἐλελήθεις σεαυτὸν ὀψοποιοῦ καὶ
κομμωτρίας βίον ζῶν; ᾐνίττετο δ̓ αὐτὰ πάλαι
μὲν ἥ τε κόμη τό τε εἶδος, ἀτὰρ νῦν καὶ ἡ
γνώμη σοῦ κατηγορεῖ. τούτου μὲν οὖν ὁ Σειληνὸς
πικρότερόν πως καθήψατο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.