previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἷς ἔτι μοι καταλείπεται λόγος περὶ τῶν μιμησαμένων τὸν ἄνδρα ῥητόρων τε καὶ συγγραφέων, ἀναγκαῖος μὲν ὤν, ὥσπέρ τις καὶ ἄλλος, εἰς τὴν συντέλειαν τῆς ὑποθέσεως, ὄκνον δέ τινα καὶ πολλὴν εὐλάβειαν ἡμῖν παρέχων, μή τινα παράσχωμεν ἀφορμὴν διαβολῆς τοῖς πάντα συκοφαντεῖν εἰωθόσιν ἀλλοτρίαν τῆς ἐπιεικείας, κεχρήμεθα καὶ περὶ τοὺς λόγους καὶ περὶ τὰ ἤθη: οἷς τάχα βάσκανόν τι καὶ κακόηθες πρᾶγμα δόξομεν, εἰ τοὺς μὴ καλῶς τῇ μιμήσει χρησαμένους παράγομεν καὶ παρεχόμεθα τὰς γραφὰς αὐτῶν, ἐφ᾽ αἷς μέγιστον ἐφρόνουν ἐκεῖνοι καὶ δι᾽ ἃς πλούτους τε μεγάλους ἐκτήσαντο καὶ δόξης λαμπρᾶς [p. 412] κατηξιώθησαν. ἵνα δὲ μηδεμία ὑποψία καθ᾽ ἡμῶν τοιαύτη γένηται, τὸ μὲν ἐπιτιμᾶν τισι καὶ μεμνῆσθαι τῶν ἡμαρτημένων αὐτοῖς ἐάσομεν: περὶ δὲ τῶν κατορθωσάντων ἐν τῇ μιμήσει μικρὰ προσθέντες ἔτι καταπαύσομεν αὐτοῦ τὸν λόγον. συγγραφέων μὲν οὖν ἀρχαίων, ὅσα κἀμὲ εἰδέναι, Θουκυδίδου μιμητὴς οὐδεὶς ἐγένετο κατὰ ταῦτά γε, καθ᾽ δοκεῖ μάλιστα τῶν ἄλλων διαφέρειν, κατὰ τὴν γλωσσηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ποιητικὴν καὶ ξένην λέξιν, καὶ κατὰ τὰς ὑπερβατοὺς καὶ πολυπλόκους καὶ ἐξ ἀποκοπῆς πολλὰ σημαίνειν πράγματα βουλομένας καὶ διὰ μακροῦ τὰς ἀποδόσεις λαμβανούσας νοήσεις, καὶ ἔτι πρὸς τούτοις κατὰ τοὺς σκαιοὺς καὶ πεπλανημένους ἐκ τῆς κατὰ φύσιν συζυγίας καὶ οὐδ᾽ ἐν ἁπάσῃ ποιητικῇ χώραν ἔχοντας σχηματισμούς, ἐξ ὧν πάντα λυμαινομένη τὰ καλὰ καὶ σκότον παρέχουσα ταῖς ἀρεταῖς ἀσάφεια παρῆλθεν εἰς τοὺς λόγους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: