Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ μετὰ τοῦτο ἀποστρέψας τοῦ
διηγήματος τὸν διάλογον ἐπὶ τὸ δραματικὸν ταῦτα
τὸν Ἀθηναῖον ἀποκρινόμενον ποιεῖ: “εἰκὸς μὲν καὶ
ξυγγνώμη, ἐν τῷ τοιῷδε καθεστῶτας ἐπὶ πολλὰ καὶ
λέγοντας καὶ δοκοῦντας τραπέσθαι.” ἔπειτα εὐσχήμονα
πρόθεσιν ὑποθέμενος “ἡ μέντοι ξύνοδος καὶ περὶ
σωτηρίας ἤδη πάρεστι, καὶ ὁ λόγος, ᾧ προκαλεῖσθε
τρόπῳ, εἰ δοκεῖ, γιγνέσθω” πρῶτον μὲν εἴρηκεν ἐνθύμημα
οὔτε τῆς Ἀθηναίων πόλεως ἄξιον οὔτ᾽ ἐπὶ
τοιούτοις πράγμασιν ἁρμόττον λέγεσθαι “ἡμεῖς τοίνυν
οὔτε αὐτοὶ μετ᾽ ὀνομάτων καλῶν, ὡς ἢ δικαίως τὸν
Μῆδον καταλύσαντες ἄρχομεν, ἢ ἀδικούμενοι νῦν
ἐπεξερχόμεθα, λόγων μῆκος ἄπιστον παρέξομεν:” τοῦτο
δέ ἐστιν ὁμολογοῦντος τὴν ἐπὶ τοὺς μηδὲν ἀδικοῦντας
στράτευσιν, ἐπειδὴ περὶ μηδετέρου τούτων βούλεται
τὸν λόγον ὑπέχειν: οἷς ἐπιτίθησιν “οὔθ᾽ ὑμᾶς ἀξιοῦμεν
[p. 391]
ἢ ὅτι Λακεδαιμονίων ἄποικοι ὄντες οὐ ξυνεστρατεύσατε
ἢ ὡς ἡμᾶς οὐδὲν ἠδικήκατε λέγοντας οἴεσθαι
πείσειν, τὰ δυνατὰ δ᾽ ἐξ ὧν ἑκάτεροι ἀληθῶς φρονοῦμεν
διαπράσσεσθαι.” τοῦτο δέ ἐστιν: “ὑμεῖς μὲν
ἀληθῶς φρονοῦντες ὅτι ἀδικεῖσθε, τὴν ἀνάγκην φέρετε
καὶ εἴκετε: ἡμεῖς δὲ οὐκ ἀγνοοῦντες, ὅτι ἀδικοῦμεν
ὑμᾶς, τῆς ἀσθενείας ὑμῶν περιεσόμεθα τῇ βίᾳ: ταῦτα
γὰρ ἑκατέροις δυνατά.” ἔπειτα τὴν αἰτίαν ἀποδοῦναι
τούτου βουληθεὶς ἐπιλέγει: “ὅτι δίκαια μὲν ἐν τῷ ἀνθρωπείῳ
λόγῳ ἀπὸ τῆς ἴσης ἀνάγκης κρίνεται, δυνατὰ
δὲ οἱ προὔχοντες πράσσουσι καὶ οἱ ἀσθενεῖς ξυγχωροῦσι.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.