Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀνάγκη δὲ καὶ τὰ λεγόμενα ὑπὲρ αὐτοῦ τισιν ἐξετάσαι
δἰ ὀλίγων, ἵνα μηδὲν παρεἱκέναι δοκῶ. ὅτι μὲν
οὖν οὔτ᾽ εἰς τοὺς πολιτικοὺς ἀγῶνας ἐπιτήδειός ἐστιν
οὔτ᾽ εἰς τὰς ὁμιλίας τὰς ἰδιωτικὰς οὗτος ὁ χαρακτήρ,
ἅπαντες ὁμολογήσουσιν οἱ μὴ διεφθαρμένοι τὴν διάνοιαν
ἀλλ᾽ ἐν τῷ κατὰ φύσιν τὰς αἰσθήσεις ἔχοντες.
ἐπιχειροῦσι δέ τινες οὐκ ἄδοξοι σοφισταὶ λέγειν, ὅτι
τοῖς μὲν πρὸς τὰς ὀχλικὰς ἐντεύξεις παρεσκευασμένοις
καὶ τὰ δίκαια λέγουσιν οὐκ ἔστιν ἐπιτήδειος οὗτος ὁ
χαρακτήρ, τοῖς δὲ τὰς ἱστορικὰς πραγματείας ἐκφέρουσιν,
αἷς μεγαλοπρεπείας τε δεῖ καὶ σεμνολογίας καὶ
καταπλήξεως, παντὸς μάλιστα προσήκει ταύτην ἀσκεῖν
τὴν φράσιν τὴν γλωττηματικήν τε καὶ ἀπηρχαιωμένην
καὶ τροπικὴν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει σχημάτων
ἐπὶ τὸ ξένον καὶ περιττόν. οὐ γὰρ ἀγοραίοις ἀνθρώποις
οὐδ᾽ ἐπιδιφρίοις ἢ χειροτέχναις οὐδὲ τοῖς ἄλλοις
οἳ μὴ μετέσχον ἀγωγῆς ἐλευθερίου ταύτας κατασκευάζεσθαι
τὰς γραφάς, ἀλλ᾽ ἀνδράσι διὰ τῶν ἐγκυκλίων
μαθημάτων ἐπὶ ῥητορικήν τε καὶ φιλοσοφίαν ἐληλυθόσιν,
οἷς οὐδὲν φανήσεται τούτων ξένον. ἤδη δέ
[p. 410]
τινες ἐπεχείρησαν λέγειν, ὡς οὐ τῶν μεθ᾽ ἑαυτὸν ἐσομένων
στοχαζόμενος ὁ συγγραφεὺς οὕτως ἔγραψε τὰς
ἱστορίας, ἀλλὰ τῶν καθ᾽ ἑαυτὸν ὄντων, οἷς ἦν ἡ διάλεκτος
χρήσιμος οὗτος ὁ χαρακτὴρ οὔτ᾽ εἰς τοὺς
συμβουλευτικοὺς οὔτ᾽ εἰς τοὺς δικανικοὺς ἀγῶνας, ἐν
οἷς οἵ τ᾽ ἐκκλησιάζοντες καὶ οἱ δικάζοντες, οὐχ οἵους
ὁ Θουκυδίδης ὑπέθετο, συνέρχονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.