Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μεταλαβεῖν διὰ πενίαν; ὃς ἄρχω τε τὰς μεγίστας [p. 305] ἀρχὰς καὶ πρεσβεύω τὰς ἐπιφανεστάτας πρεσβείας καὶ σεβασμοὺς ἱερῶν πιστεύομαι τοὺς ἁγιωτάτους καὶ γνώμην ἀγορεύειν ἀξιούμενος περὶ τῶν ἀναγκαιοτάτων καλοῦμαι ἐν ᾧ προσήκει με τόπῳ, ἐπαινοῦμαί τε καὶ ζηλοῦμαι καὶ οὐδενὸς δεύτερός εἰμι τῶν μέγιστα δυναμένων καὶ παράδειγμα τοῖς ἄλλοις εἶναι δοκῶ καλοκαγαθίας, οὐδὲν ἐκ τῆς ἐμῆς οὐσίας εἰς ταῦτα δαπανῶν, [4] ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς. οὐ γὰρ ἐνοχλεῖ τοῖς ἑκάστου βίοις ἡ πόλις ἡ Ῥωμαίων ὥσπερ τινὲς ἕτεραι, ἐν αἷς ὁ κοινὸς μὲν πλοῦτος ὀλίγος ἐστίν, ὁ δὲ τῶν ἰδιωτῶν πολύς, ἀλλ᾽ αὐτὴ παρέχει τοῖς πρὸς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.