Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐποιήσαντο τοὺς λόγους: ἔπειτα ἠξίου τοὺς ἐναντιουμένους ταῖς διαλλαγαῖς μὴ περὶ τῶν μετρίων νῦν ζητεῖν, ἀλλ᾽ ἐπεὶ τὴν στάσιν οὐκ εἴασαν ἐξαιρεθῆναι, ἡνίκα μικρὰ ἦν ἔτι τῇ πόλει τὰ διαφέροντα, νῦν γέ τοι σκοπεῖν, ὅπως διὰ ταχέων παύσεται καὶ μὴ [p. 348] προελθοῦσα ἔτι πορρωτέρω λήσει τάχα μὲν ἀνίατος, εἰ δὲ μὴ δυσίατος καὶ πολλῶν αἰτία σφίσι γενομένη κακῶν: τήν τε ἀξίωσιν τῶν δημοτικῶν οὐκέτι τὴν αὐτὴν ἀπέφαινεν ἐσομένην τῇ προτέρᾳ, οὐδ᾽ ἐπὶ τοῖς αὐτοῖς εἴκαζε συμβήσεσθαι τὸν δῆμον ἀπαλλαγὴν μόνον τῶν χρεῶν αἰτούμενον, ἀλλὰ καὶ βοηθείας δεήσεσθαί τινος ἴσως, ἀφ᾽ ἧς εἰς τὸν λοιπὸν χρόνον ἀσφαλὴς διατελέσει: [2] καταλελύσθαι μὲν γὰρ ἀφ᾽ οὗ παρῆλθεν ἡ τοῦ δικτάτορος ἀρχὴ τὸν φύλακα τῆς ἐλευθερίας αὐτοῦ νόμον, ὃς οὔτε ἀποκτείνειν πολίτην ἄκριτον οὐδένα συνεχώρει τοῖς ὑπάτοις, οὐδέ γε τοὺς παρὰ τῇ κρίσει ἐλαττουμένους ὑπὸ τῶν πατρικίων δημοτικοὺς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.