Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀναγκάζει; παρεὶς δὲ καὶ αὐτὸς ἅπασαν εἰρωνείαν ἔργου ἕξομαι.
ταῦτ᾽ εἰπὼν ὅρκον, ὅσπερ μέγιστος αὐτοῖς ἦν, διομοσάμενος ἢ τὸν νόμον ἐπικυρώσειν ἢ τοῦ ζῆν μεθήσεσθαι, σιωπῆς γενομένης ἐκ τοῦ πλήθους καὶ ἐναγωνίου προσδοκίας, ἐφ᾽ ᾧ μέλλει δρᾶν, ἐκέλευσε μεταχωρεῖν ἐκ τῆς ἐκκλησίας τὸν Ἄππιον. ὡς δ᾽ οὐκ ἐπείθετο, ἀλλὰ τοὺς ῥαβδούχους παραστησάμενος καὶ τὸν ὄχλον, ὃν ἦγε παρασκευασάμενος οἴκοθεν, ἀπεμάχετο μὴ παραχωρῆσαι τῆς ἀγορᾶς, σιωπὴν ὑποκηρυξάμενος ὁ Λαιτώριος ἀνεῖπεν, ὅτι τὸν ὕπατον εἰς φυλακὴν κελεύουσιν ἀπάγειν οἱ δήμαρχοι. [2] καὶ ὁ μὲν ὑπηρέτης κελευσθεὶς ὑπ᾽ αὐτοῦ προσῆγεν ὡς τοῦ σώματος ἐπιληψόμενος: τῶν δὲ ῥαβδούχων ὁ πρῶτος ἐπιτυχὼν παίων αὐτὸν ἀπήλασε. κραυγῆς δ᾽ ἐκ τῶν παρόντων γενομένης μεγάλης καὶ ἀγανακτήσεως ἵεται αὐτὸς ὁ Λαιτώριος παρακελευσάμενος τοῖς ὄχλοις ἀμύνειν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.