Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ποιοῦσιν, ἓξ ἴσοις ἐπιπέδοις περιεχόμενον εἶτα νήχονται τὴν τάξιν οὕτω τὸ πλαίσιον ἀμφίστομον διαφυλάττοντες ὁ γοῦν θυννοσκόπος, ἂν ἀκριβῶς λάβῃ τὸν ἀριθμὸν τῆς ἐπιφανείας, εὐθὺς ἀποφαίνεται πόσον καὶ ἅπαν τὸ πλῆθός ἐστιν, εἰδὼς ὅτι καὶ τὸ βάθος αὐτῶν ἐν ἴσῳ τεταγμένον στοιχείῳ πρός τε τὸ πλάτος ἐστὶ καὶ τὸ μῆκος.
ἀμίαις δὲ καὶ τοὔνομα παρέσχηκεν ὁ συναγελασμός, οἶμαι δὲ καὶ ταῖς πηλαμύσι. τῶν δ᾽ [p. 67] ἄλλων γενῶν ὅσα φαίνεται καὶ ζῇ κοινωνικῶς μετ᾽ ἀλλήλων ἀγεληδὸν οὐκ ἄν τις εἴποι τὸν ἀριθμὸν, ἀλλὰ μᾶλλον ἐπὶ τὰς κατ᾽ ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώσεις ἰτέον. ὧν ἐστι καὶ ὁ τὸ πλεῖστον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.