Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν ‘ἐννοίας:'’ καλοῦσι κινουμένας δὲ ‘διανοήσεις.’ τὰ δὲ πάθη σύμπαντα κοινῶς ‘ κρίσεις φαύλας καὶ δόξας’ ὁμολογοῦντες; εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα πολλὰ μὲν θυμῶν πολλὰ δὲ φόβων καὶ ναὶ μὰ Δία φθόνων καὶ ζηλοτυπιῶν αὐτοὶ δὲ καὶ κύνας ἁμαρτάνοντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κενῆς ἀλλ᾽ ἐπὶ σωφρονισμῷ, λύπην δι᾽ ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν. [p. 18] ἡδονῆς δὲ τῆ μὲν δι᾽ ὤτων ὄνομα κήλησίς ἐστι τῇ δὲ δι᾽ ὀμμάτων γοητεία: χρῶνται δ᾽ ἑκατέροις ἐπὶ τὰ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.