Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κύνα τῷ διὰ πλειόνων διεζευγμένῳ χρώμενον ἐν ταῖς πολυσχιδέσιν ἀτραποῖς συλλογίζεσθαι πρὸς ἑαυτὸν ‘ἤτοι τήνδε τὸ θηρίον ὥρμηκεν ἢ τήνδε ἢ τήνδε: ἀλλὰ μὴν οὔτε τήνδε οὔτε τήνδε τὴν λοιπὴν ἄρα:'’ τῆς μὲν αἰσθήσεως οὐδὲν ἢ τὴν πρόσληψιν διδούσης, τοῦ δὲ λόγου τὰ λήμματα καὶ τὸ συμπέρασμα τοῖς λήμμασιν ἐπιφέροντος. οὐ μὴν δεῖταὶ γε τοιαύτης μαρτυρίας ὁ κύων: ψευδὴς γάρ ἐστι καὶ κίβδηλος ἡ γὰρ αἴσθησις αὐτὴ τοῖς ἴχνεσι καὶ τοῖς ῥεύμασι τοῦ θηρίου τὴν φυγὴν ἐπιδείκνυσι, χαίρειν λέγουσα διεζευγμένοις ἀξιώμασι καὶ συμπεπλεγμένοις. δι᾽ ἄλλων δὲ πολλῶν ἔργων καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.