Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῷ λογισμῷ
συνεθιζόμενον. ἐκ δὲ τούτου μᾶλλον ἐπιτείνοντα τὴν ἄσκησιν ὀρθῶς ἔχει
καὶ θέατρον ἀκροάματος εὐημεροῦντος παρελθεῖν, καὶ φίλους ἐπ᾽ ὀρχηστοῦ τινος ἢ κωμῳδοῦ θέαν παραλαμβάνοντας
διώσασθαι , καὶ βοῆς ἐν σταδίῳ γενομένης ἢ ἱπποδρόμῳ μὴ ἐπιστραφῆναι.
καθάπερ γὰρ ὁ Σωκράτης παρῄνει φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ
πεινῶντας ἐσθίειν ἀναπείθει, καὶ τῶν πωμάτων 1 ὅσα πίνειν μὴ διψῶντας: οὕτω χρὴ καὶ ἡμᾶς τῶν θεαμάτων καὶ
ἀκουσμάτων φυλάττεσθαι καὶ φεύγειν ὅσα κρατεῖ καὶ προσάγεται τοὺς μηδὲν
δεομένους. ὁ δὲ Κῦρος 2 οὐκ ἐβούλετο τὴν Πάνθειαν ἰδεῖν, ἀλλὰ τοῦ
Ἀράσπου λέγοντος ὡς ἄξιον θέας εἴη τὸ τῆς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.