εἶτά μοι σκάπτων ἐρεῖ,
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ποιοῦντες. οἱ δὲ πολυπράγμονες
ἀπολλύουσι καὶ προΐενται τὰ αὑτῶν ἀσχολούμενοι περὶ τἀλλότρια 1 καὶ
σπανίως μὲν εἰς ἀγρὸν βαδίζουσι, τὸ ἥσυχον καὶ σιωπηρὸν τῆς ἐρημίας οὐ
φέροντες ἐὰν δὲ καὶ παραβάλωσι διὰ χρόνου,
ταῖς τῶν γειτόνων ἀμπέλοις ἐμβλέπουσι μᾶλλον ἢ ταῖς ἰδίαις: καὶ
πυνθάνονται πόσοι βόες τοῦ γείτονος; ἀποτεθνήκασιν ἢ πόσος οἶνος ὀξίνης
γέγονε: ταχὺ δὲ τούτων ἐμπλησθέντες ἀποτρέχουσιν. ὁ μὲν γὰρ ἀληθινὸς
ἐκεῖνος γεωργὸς οὐδὲ τὸν αὐτομάτως
ἐρχόμενον ἐκ πόλεως λόγον ἡδέως προσδέχεται, λέγων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.