Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολλάκις εἰς ἃ μὴ δεῖ
καταβάλλουσι τὴν διάνοιαν. ὅθεν ἐκεῖνο μὲν ψεῦδός ἐστι, τὸ Δημόκριτον
ἑκουσίως σβέσαι τὰς ὄψεις ἀπερεισάμενον εἰς
ἔσοπτρον πυρωθέν, καὶ τὴν ἀπ᾽ αὐτοῦ ἀνάκλασιν δεξάμενον, 1 ὅπως μὴ
παρέχωσι θόρυβον τὴν διάνοιαν ἔξω καλοῦσαι πολλάκις, ἀλλ᾽ ἐῶσιν ἔνδον
οἰκουρεῖν καὶ διατρίβειν πρὸς τοῖς νοητοῖς, ὥσπερ παρόδιοι θυρίδες
ἐμφραγεῖσαι: τοῦτο μέντοι παντὸς μᾶλλον
ἀληθές ἐστιν, ὅτι τὴν αἴσθησιν ὀλίγα κινοῦσιν οἱ πλεῖστα τῇ διανοίᾳ
χρώμενοι. καὶ γὰρ τὰ μουσεῖα πορρωτάτω τῶν πόλεων ἱδρύσαντο, καὶ τὴν
νύκτα προσεῖπον ‘εὐφρόνην’ μέγα πρὸς εὕρεσιν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.