Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ λόγῳ πᾶν σῶμα γένεσιν ἔσχηκεν. ἐπεὶ
γὰρ ἐν μήκει καὶ πλάτει βάθος λαβόντι πᾶν τὸ στερεόν ἐστι, καὶ μήκους
μὲν προϋφίσταται στιγμὴ κατὰ μονάδα
ταττομένη, μῆκος δ᾽ ἀπλατὲς ἡ γραμμὴ καλεῖται καὶ μῆκος 1 ἐστιν, ἡ δ᾽
ἐπὶ πλάτος γραμμῆς κίνησις ἐπιφανείας γένεσιν ἐν τριάδι παρέσχε,
βάθους δὲ τούτοις προσγενομένου διὰ τεττάρων εἰς στερεὸν ἡ αὔξησις
προβαίνει: παντὶ δῆλον, ὅτι μέχρι δεῦρο
τὴν φύσιν ἡ τετρὰς προαγαγοῦσα, μέχρι τοῦ σῶμα τελειῶσαι καὶ παρασχεῖν
ἁπτὸν 2 ὄγκον καὶ ἀντίτυπον, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.