Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ τῇ τάξει
δεύτερον τὸ τ᾽ Ε τῶν φωνηέντων ἀπ᾽ ἀρχῆς
καὶ τὸν ἥλιον ἀπὸ σελήνης τῶν πλανήτων: ἡλίῳ δ᾽ Ἀπόλλωνα τὸν αὐτὸν
ὡς ἔπος εἰπεῖν πάντας Ἕλληνας νομίζειν. ‘ἀλλὰ ταυτὶ μέν’ ἔφη
‘παντάπασιν ἐκ πίνακος καὶ πυλαίας. ὁ δὲ Λαμπρίας ἔλαθεν, ὡς
ἔοικε, τοὺς ἀφ᾽ ἱεροῦ κινήσας ἐπὶ τὸν
αὑτοῦ λόγον.’ ἃ μὲν γὰρ ἐκεῖνος εἶπεν, οὐδεὶς ἐγίγνωσκε
Δελφῶν: τὴν δὲ κοινὴν καὶ περιηγητικὴν δόξαν εἰς τὸ μέσον προῆγον, οὔτε
τὴν ὄψιν ἀξιοῦντες οὔτε τὸν φθόγγον ἀλλὰ τοὔνομα μόνον τοῦ γράμματος
ἔχειν τι σύμβολον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.