Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀλλ᾽ ἀπάρξασθαι τῷ θεῷ τῆς φίλης
μαθηματικῆς, αὐτὸ μὲν ἐφ᾽ ἑαυτοῦ μήτε δυνάμει μήτε μορφῇ μήτε τῷ
ῥήματι τὸ Ε τῶν ἄλλων στοιχείων διαφέρειν ἡγουμένους, ὡς δὲ μεγάλου
πρὸς τὰ ὅλα καὶ κυρίου σημεῖον ἀριθμοῦ
τετιμῆσθαι τῆς πεμπάδος, ἀφ᾽ οὗ τὸ ἀριθμεῖν οἱ σοφοὶ πεμπάζειν
ὠνόμαζον.’ ταῦτα δὲ πρὸς ἡμᾶς ἔλεγεν οὐ παίζων ὁ Εὔστροφος,
ἀλλ᾽ ἐπεὶ τηνικαῦτα προσεκείμην τοῖς μαθήμασιν ἐμπαθῶς, τάχα δ᾽ ἔμελλον 1
εἰς πάντα τιμήσειν τὸ
‘μηδὲν ἄγαν’ ἐν Ἀκαδημείᾳ 2 γενόμενος.
εἶπον οὖν κάλλιστα τὸν Εὔστροφον τῷ ἀριθμῷ λύειν τὴν ἀπορίαν;
‘ἐπεὶ γάρ’ ἔφην ‘εἰς τὸ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.