Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
εἶτα μεταστραφεὶς ἔνια τῶν οὐκ εὐπρεπῶς ἐν ὄχλῳ γυμνοῦσθαι δοκούντων τοῦ σώματος ἀνεκάλυψε, καὶ πρὸς τὸν Γάλβαν ἐπιστρέψας, ‘σὺ
μὲν,’ ἔφη, ‘γελᾷς
ἐπὶ τούτοις,
ἐγὼ δὲ σεμνύνομαι πρὸς τοὺς πολίτας: ὑπὲρ τούτων γὰρ ἡμέραν καὶ νύκτα συνεχῶς ἱππασάμενος ταῦτ᾽ ἔσχον. ἀλλ᾽ :
ἄγε λαβὼν αὐτοὺς ἐπὶ τὴν ψῆφον ἐγὼ δὲ καταβὰς παρακολουθήσω πᾶσι, καὶ γνώσομαι τοὺς κακοὺς καὶ ἀχαρίστους καὶ
[p. 440]
δημαγωγεῖσθαι μᾶλλον ἐν τοῖς πολέμοις ἢ στρατηγεῖσθαι βουλομένους.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

