Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὑπέλαμπε γὰρ ἡμέρα, καὶ πάσης ἐλπίδος ἔρημος ὑπεχώρει φυγῇ πρὸς τὸ τεῖχος, οὐ λαθὼν μέν, ὑποφθάσας δὲ τοὺς Ῥωμαίους, μετὰ τῆς γυναικός,
τὰ δὲ
παιδία συλλαβὼν αὐτοῖς Ἴων ἐνεχείρισεν, ὃς πάλαι μὲν ἐρώμενος ἦν τοῦ Περσέως, τότε δὲ προδότης γενόμενος αἰτίαν παρέσχε τὴν μάλιστα συναναγκάσασαν τὸν ἄνθρωπον, ὡς θηρίον ἁλισκομένων τῶν τέκνων, εἰς χεῖρας ἐλθεῖν καὶ παραδοῦναι τὸ σῶμα τοῖς ἐκείνων κρατοῦσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

