Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ κρίσιν μὲν ὀξυτάτην μέγιστος ἀγὼν οὗτός ἔσχεν ἐνάτης γὰρ ὥρας ἀρξάμενοι μάχεσθαι πρὸ δεκάτης ἐνίκησαν τῷ δὲ λειπομένῳ τῆς ἡμέρας χρησάμενοι πρὸς τὴν δίωξιν καὶ μέχρι σταδίων ἑκατὸν καὶ εἴκοσι διώξαντες ἑσπέρας ἤδη βαθείας ἀπετράποντο.
καὶ τοὺς μὲν ἄλλους οἱ θεράποντες ὑπὸ λαμπάδων ἀπαντῶντες μετὰ χαρᾶς καὶ βοῆς ἀπῆγον ἐπὶ τὰς σκηνάς φωτὶ λαμπομένας καὶ κεκοσμημένας κιττοῦ καὶ δάφνης στεφάνοις: αὐτὸν δὲ τὸν στρατηγὸν μέγα πένθος εἶχε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

