Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὕτω δὲ τῶν πραγμάτων ἐχόντων ὁ Σόλων παραγενόμενος εἰς τὰς Ἀθήνας, αἰδῶ μὲν εἶχε καὶ τιμὴν παρὰ πᾶσιν, ἐν δὲ κοινῷ λέγειν καὶ πράσσειν ὁμοίως οὐκ ἔτ᾽ ἦν δυνατὸς οὐδὲ πρόθυμος ὑπὸ γήρως, ἀλλ᾽ ἐντυγχάνων ἰδίᾳ τοῖς προεστῶσι τῶν στάσεων ἀνδράσιν ἐπειρᾶτο διαλύειν καὶ συναρμόττειν, μάλιστα τοῦ Πεισιστράτου προσέχειν δοκοῦντος αὐτῷ. καὶ γὰρ αἱμύλον τι καὶ προσφιλὲς εἶχεν ἐν τῷ διαλέγεσθαι, καὶ βοηθητικὸς ἦν τοῖς πένησι καὶ πρὸς τὰς ἔχθρας ἐπιεικὴς καὶ μέτριος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

