τὴν δ᾽ ἐφεξῆς ἡμέραν νουμηνίαν ἐκάλεσε. τὰς δ᾽ ἀπ᾽ εἰκάδος οὐ προστιθείς, ἀλλ᾽ ἀφαιρῶν καὶ ἀναλύων, ὥσπερ τὰ φῶτα τῆς σελήνης ἑώρα, μέχρι τριακάδος ἠρίθμησεν.τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ᾽ ἱσταμένοιο,
Hom. Od. 14.162; Hom. Od. 19.307
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
συνιδὼν δὲ τοῦ μηνὸς τὴν ἀνωμαλίαν,καὶ τὴν κίνησιν τῆς σελήνης οὔτε δυομένῳ τῷ ἡλίῳ πάντως οὔτ᾽ ἀνίσχοντι συμφερομένην, ἀλλὰ πολλάκις τῆς αὐτῆς ἡμέρας καὶ καταλαμβάνουσαν καὶ παρερχομένην τὸν ἥλιον, αὐτὴν μὲν ἔταξε ταύτην ἕνην καὶ νέαν καλεῖσθαι, τὸ μὲν πρὸ συνόδου μόριον αὐτῆς τῷ παυομένῳ μηνί, τὸ δὲ λοιπὸν ἤδη τῷ ἀρχομένῳ προσήκειν ἡγούμενος, πρῶτος, ὡς ἔοικεν, ὀρθῶς ἀκούσας Ὁμήρου λέγοντος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

