Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπεὶ δ᾽ ὁ Σόλων ἄντικρυς καταστὰς οὔτ᾽ ἔπαθεν οὐδὲν οὔτ᾽ εἶπε πρὸς τὴν ὄψιν ὧν ὁ Κροῖσος προσεδόκησεν, ἀλλὰ καὶ δῆλος ἦν τοῖς εὖ φρονοῦσι τῆς ἀπειροκαλίας καὶ μικροπρεπείας καταφρονῶν, ἐκέλευσεν αὐτῷ τούς τε θησαυροὺς ἀνοῖξαι τῶν χρημάτων, καὶ τὴν ἄλλην ἄγοντας ἐπιδεῖξαι μηδὲν δεομένῳ κατασκευὴν καὶ πολυτέλειαν. ἤρκει γὰρ αὐτὸς ἐν ἑαυτῷ τοῦ τρόπου κατανόησιν παρασχεῖν. ὡς δ᾽ οὖν αὖθις ἤχθη γεγονὼς ἁπάντων θεατής, ἠρώτησεν αὐτὸν ὁ Κροῖσος εἴ τινα οἶδεν ἀνθρώπων αὐτοῦ μακαριώτερον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

