“ὅτι τὸν Πύρρον ἤδη μὲν τὰ Ῥωμαίων κατέπλησσεν, ἐτάρασσε δὲ καὶ τὰ ἐν Μολοσσοῖς θορυβούμενα. Ἀγαθοκλῆς τε, ἄρχων Σικελίαν ἄρτι ἐτεθνήκει, οὗ θυγατέρα Λάνασσαν ἔχων ο Πύρρος ἐν ταῖς γυναιξί, τὴν νῆσον οἰκείαν ἀντὶ τῆς Ἰταλίας περιεβλέπετο. ὤκνει δ᾽ ὅμως ἔτι τοὺς ἐπικαλέσαντας ἄνευ τινὸς εἰρήνης καταλιπεῖν. ἄσμενος οὖν τῆς προφάσεως τῆς περὶ τὸν αὐτόμολον ἐπιβὰς ἐμαρτύρει τοῖς ὑπάτοις, καὶ Κινέαν ἔπεμπεν ἐς Ῥώμην χάριν ὁμολογήσοντα τῆς σωτηρίας τοῦ βασιλέως, καὶ τοὺς αἰχμαλώτους ἀμοιβὴν ἄγοντα, εἰρήνην τε ὅτῃ δύναιτο πράξοντα. δῶρα δ᾽ ὁ Κινέας ἔφερε πολλὰ μὲν ἀνδράσι πολλὰ δὲ γυναιξί, φιλοχρήματον καὶ φιλόδωρον εἶναι τὴν πόλιν πυθόμενος, καὶ τὰς γυναῖκας ἰσχύειν παρὰ Ῥωμαίοις ἐκ παλαιοῦ. ”
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

