“ [2] ἀλγήσαντα δ᾽ αὐτὸν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ἐν Ῥηγίῳ ἰατροῖς ἀπιστοῦντα, μετάπεμπτος ἀπὸ Μεσσήνης ἐθεράπευε Ῥηγῖνος ἀνήρ, μετῳκηκὼς ἐς Μεσσήνην πρὸ πολλοῦ, ὅτι Ῥηγῖνος ἦν ἀγνοούμενος. οὗτος αὐτὸν ἔπεισεν ἐπὶ ἀπαλλαγῇ συντόμῳ φαρμάκων ἀνασχέσθαι θερμῶν, καὶ χρίσας τοῖς κατακαίουσι καὶ δαπανῶσιν ἐκέλευσεν ἀνασχέσθαι τοῦ πόνου μέχρι αὐτὸς ἐπανέλθοι, καὶ λαθὼν ἔπλευσεν ἐς Μεσσήνην. ὁ δ᾽ ἐς πολὺ τῆς ὀδύνης ἀνασχόμενος ἀπενίψατο, καὶ εὗρε τοὺς ὀφθαλμοὺς δεδαπανημένους. ”
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

