“ὅτι Σαυνῖται ἐς τὴν Φρεγελλανῶν ἐμβαλόντες ἐπόρθουν, Ῥωμαῖοι δὲ Σαυνιτῶν καὶ Δαυνίων ὀγδοήκοντα κώμας καὶ μίαν εἷλον, καὶ ἄνδρας ἐξ αὐτῶν χιλίους καὶ δισμυρίους ἀνελόντες ἀπανέστησαν αὐτοὺς ἀπὸ τῆς Φρεγέλλης. καὶ πάλιν ἐς Ῥώμην ἐπρέσβευον οἱ Σαυνῖται, νεκρὰ σώματα ἀνδρῶν φέροντες ὡς αἰτίους τοῦδε τοῦ πολέμου γεγονότας ἀνῃρηκότες, καὶ χρυσίον ὡς ἀπὸ τῆς ἐκείνων περιουσίας πεπορισμένον. ἐφ᾽ οἷς αὐτοὺς ἡ βουλὴ πάνυ νομίζουσα τετρῦσθαι, προσεδόκα κακοπαθοῦντας ἐνδώσειν περὶ τῆς ἡγεμονίας. οἱ δὲ τὰ μὲν ἄλλα ἐδέχοντο, καὶ εἴ τι καὶ ἀντέλεγον, ἢ παρῃτοῦντο καὶ παρεκάλουν ἢ ἐς τὰς πόλεις ἀνετίθεντο: περὶ δὲ τῆς ἡγεμονίας οὐκ ἀνασχόμενοι πάλιν οὐδ᾽ ἀκοῦσαι, οὐκ ἐκδωσόμενοι δὴ τὰς πόλεις ἔφασαν ἥκειν, ἀλλ᾽ ἐς φιλίαν συνάξοντες. λυσάμενοι δὴ τοῦ χρυσίου τοὺς αἰχμαλώτους ἀπῄεσαν ὀργῇ, καὶ τὴν πεῖραν ἔχοντες τὴν περὶ τῆς ἡγεμονίας. ”
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

