Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[91]
ἐγὼ δ᾽ ἡγοῦμαι τοῦτό γε καὶ τοὺς ἀμαθεστάτους γιγνώσκειν, ὅτι δεῖ πιστὰς εἶναι καὶ μέγα δυναμένας τῶν κατηγοριῶν οὐχ αἷς ἔξεστι χρήσασθαι καὶ περὶ τῶν μηδὲν ἠδικηκότων, ἀλλ᾽ ἃς οὐχ οἷόν τ᾽ εἰπεῖν ἀλλ᾽ ἤ κατὰ τῶν ἡμαρτηκότων: ὧν αὐτὸς ὀλιγωρήσας οὐδὲν προσήκοντας τῇ γραφῇ λόγους εἴρηκεν:

