Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[84]
ἀλλὰ μὴν καὶ τῶν ἐπὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην προσποιουμένων προτρέπειν ἡμεῖς ἂν ἀληθέστεροι καὶ χρησιμώτεροι φανεῖμεν ὄντες. οἱ μὲν γὰρ παρακαλοῦσιν ἐπὶ τὴν ἀρετὴν καὶ τὴν φρόνησιν τὴν ὑπὸ τῶν ἄλλων μὲν ἀγνοουμένην, ὑπ᾽ αὐτῶν δὲ τούτων ἀντιλεγομένην, ἐγὼ δ᾽ ἐπὶ τὴν ὑπὸ πάντων ὁμολογουμένην.

