Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
ἔχει γὰρ οὕτως: ἐγὼ καλλίστην ἡγοῦμαι καὶ δικαιοτάτην εἶναι τὴν τοιαύτην ἀπολογίαν, ἥτις εἰδέναι ποιεῖ τοὺς δικάζοντας ὡς δυνατὸν μάλιστα, περὶ ὧν τὴν ψῆφον οἴσουσι, καὶ μὴ πλανᾶσθαι τῇ διανοίᾳ μηδ᾽ ἀμφιγνοεῖν τοὺς τἀληθῆ λέγοντας.

