This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40]
ἵνα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ μόνον ἐξ ὧν ἐγὼ κατηγορῶ καὶ ἐλέγχω, δῆλος ὑμῖν γένηται τὰ ψευδῆ μεμαρτυρηκὼς οὑτοσὶ Στέφανος, ἀλλὰ καὶ ἐξ ὧν πεποίηκεν ὁ παρασχόμενος αὐτόν, τὰ πεπραγμέν᾽ ἐκείνῳ βούλομαι πρὸς ὑμᾶς εἰπεῖν. ὅπερ δ᾽ εἶπον ἀρχόμενος τοῦ λόγου, δείξω κατηγόρους γιγνομένους αὐτοὺς ἑαυτῶν. τὴν γὰρ δίκην, ἐν ᾗ ταῦτ᾽ ἐμαρτυρήθη, παρεγράψατο Φορμίων πρὸς ἐμὲ μὴ εἰσαγώγιμον εἶναι, ὡς ἀφέντος ἐμοῦ τῶν ἐγκλημάτων αὐτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

