This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
οἱδὶ δὲ τῇ προκλήσει χρησάμενοι παραπετάσματι διαθήκας ἐμαρτύρησαν, ὡς ἂν μάλισθ᾽ οἱ μὲν δικασταὶ ταύτην τὴν διαθήκην ἐπίστευσαν τοῦ πατρὸς εἶναι, ἐγὼ δ᾽ ἀπεκλείσθην τοῦ λόγου τυχεῖν ὑπὲρ ὧν ἀδικοῦμαι, οὗτοι δὲ φωραθεῖεν τὰ ψευδῆ μεμαρτυρηκότες. καίτοι τό γ᾽ ἐναντίον ᾤοντο τούτου. ἵνα δ᾽ εἰδῆτε ταῦθ᾽ ὅτι ἀληθῆ λέγω, λαβὲ τὴν τοῦ Κηφισοφῶντος μαρτυρίαν.“ΜαρτυρίαΚηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος μαρτυρεῖ καταλειφθῆναι αὑτῷ ὑπὸ τοῦ πατρὸς γραμματεῖον, ἐφ᾽ ᾧ ἐπιγεγράφθαι ‘διαθήκη Πασίωνος’.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

