This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[155]
ὅλως μὲν οὖν οὐδεὶς εὑρεθήσεται τῶν καλουμένων σοφιστῶν πολλὰ χρήματα συλλεξάμενος, ἀλλ᾽ οἱ μὲν ἐν ὀλίγοις οἱ δ᾽ ἐν πάνυ μετρίοις τὸν βίον διαγαγόντες: ὁ δὲ πλεῖστα κτησάμενος ὦν ἡμεῖς μνημονεύομεν, Γοργίας ὁ Λεοντῖνος, οὗτος διατρίψας μὲν περὶ Θετταλίαν, ὅτ᾽ εὐδαιμονέστατοι τῶν Ἑλλήνων ἦσαν, πλεῖστον δὲ χρόνον βιοὺς καὶ περὶ τὸν χρηματισμὸν τοῦτον γενόμενος,

